Η ΔΙΑΔΡΟΜΗ ΔΙΑΒΑΣΤΕ ΕΔΩ ►

Αγίου Διογένους Μάρτυρος

Αγίου Διογένους Μάρτυρος
Εορτάζει 5 Δεκεμβρίου
Μαρτύρησε διά λιθοβολισμού.

Λίθων τὰς βολὰς ὡς δρόσον οὐρανόθεν
ἐδέχου, Διόγενες, ἐν τῷ σταδίῳ.

Η Ιερά Μονή των Αγίων Ραφαήλ, Νικολάου και Ειρήνης Άνω Σουλίου Μαραθώνος, έχουσα στο Τέμπλο του Καθολικού της Μονής την Αγιογραφία του Αγίου Μάρτυρος Διογένους και θέλουσα να συμβάλλει στην πανηγυρικότερη εξύμνηση του Μάρτυρος και στην ευρύτερη διάδοση της μνήμης Του, σε συνεργασία με τον Υμνογράφο της των Αλεξανδρέων Εκκλησίας Δρα Χαράλαμπο Μπούσια, προέβη σε έκδοση της Ιεράς Ακολουθίας του Αγίου Μάρτυρος, σε εποχές όπου χρειάζεται το μαρτυρικό φρόνημα ως πρότυπο ζωής, αλλά και η αρωγή του Αγίου Μάρτυρος στους φιλακόλουθους πιστούς.

Ἀπολυτίκιον. Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον.

Τὸν λιθόστεφτον πάντες Κυρίου μάρτυρα,
πανευσθενῆ Διογένη,
ἰσχύϊ θείᾳ βολὰς
τὰς τῶν λίθων ὑπομείναντα καὶ λάϊνον
ἀμφιεσάμενον λαμπρῶς
δι’ ἀγώνων ἀνδρικῶν
ἱμάτιον ἐν σταδίῳ
ἐγκωμιάσωμεν πόθῳ
αὐτοῦ πρεσβείας ἐξαιτούμενοι.

Μεγαλυνάριον.
Ὥσπερ δρόσον, μάρτυς, ἐξ οὐρανοῦ
τὰς βολὰς ἐδέξω
λίθων χαίρων καὶ τῶν ἐχθρῶν
ᾔσχυνας τὰ στίφη
τῇ σῇ στεῤῥᾷ ἀθλήσει,
ὁμόζηλε Στεφάνου,
μάκαρ Διόγενες.

Κοντάκιον. Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν σταδίῳ Ἰησοῦν ὁμολογήσαντα
καὶ δι’ Αὐτὸν καρτεροψύχως ὑπομείναντα
τὰς βολὰς τῶν λίθων δρόσον ὡς οὐρανόθεν
πεμπομένην πρὸς πιστῶν ψυχῶν ἀνάψυξιν
καλλιμάρτυρα στεῤῥὸν ἐγκωμιάσωμεν
πόθῳ κράζοντες· Χαίροις, μάρτυς Διόγενες.

Οἶκος.
Ἄριστε καλλιμάρτυς, τὰς βολὰς ὁ τῶν λίθων,
Διόγενες, καλῶς ὑπομείνας ἐν σταδίῳ καὶ στέφος λαβὼν
ἐκ χειρῶν Κυρίου, τῆς χαρᾶς μέτοχος Ἀγγέλων, μάκαρ, γέγονας·
διό σοι ἐν χαρᾷ βοῶμεν·
Χαῖρε, λιθόλευστος χριστομάρτυς·
χαῖρε, ὁ ἔνδοξος καλλιμάρτυς.
Χαῖρε, τῶν ἀψύχων εἰδώλων τὸ σύντριμμα·
χαῖρε, τῶν ἀπίστων καὶ πλάνων κατάπτωμα.
Χαῖρε, ὅτι καθυπέμεινας χαίρων λίθων τὰς βολάς·
χαῖρε, ὅτι διεκόσμησας ἄθλοις σου Ἐδὲμ αὐλάς.
Χαῖρε, μέσον τῶν λίθων συνθλιβεὶς ὥσπερ σῖτος·
χαῖρε, τῶν ἀθλοφόρων ἡ τιμὴ καὶ τὸ νῖκος.
Χαῖρε, εὐφράνας δῆμον χριστώνυμον·
χαῖρε, αἰσχύνας στῖφος τὸ ἄνομον.
Χαῖρε, μαρτύρων ὑπέρτιμος δόξα·
χαῖρε, εἰδώλων ἀψύχων ἡ ἧττα·
Χαίροις, μάρτυς Διόγενες.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πανευσταλὲς Διόγενες,
μαρτύρων ἀκροθίνιον,
ὁ ἐνδυσάμενος πίστει
ἔνδυμα λάϊνον, μάκαρ,
ὃ φέρων εἰσελήλυθας
εἰς δώματα οὐράνια
ἀεὶ συγχαίρειν Κτίσαντι,
ἀγωνοθέτῃ Κυρίῳ,
ἀνδρείας πέλεις κοσμήτωρ.

Αἴνοι. Ἦχος α ́. Πανεύφημοι Μάρτυρες.
Διόγενες, μάρτυς θαυμαστέ,
τοῦ σταδίου πρώταθλε,
Χριστοῦ σαφῶς ἐμεγάλυνας
ἄθλοις τιμίοις σου,
ὄνομα τὸ θεῖον
καὶ πιστῶν τὸ σύστημα
κατηύφρανας εὐτόλμῳ ἐνστάσει σου
καὶ καθυπέμεινας
ὄμβρον λίθων ὡς ἀσώματος,
πιαινόντων
καλῶς τὴν καρδίαν σου.

Διόγενες, κλέος ἀθλητῶν,
ἐνεδύθης ἔνδυμα
ἀθλητικοῖς πόνοις λάϊνον
καὶ στέφος ἄφθαρτον
ἐκ χειρῶν ἐδέξω
τῶν σεπτῶν τοῦ Κτίσαντος,
βραβεύοντος Αὐτὸν τοὺς δοξάζοντας
ἀϊδιότητι·
ὅθεν μνήμην σου τὴν πάνσεπτον
ἐτησίως
ἐν ᾄσμασι στέφομεν.

Διόγενες, σκεῦος ἐκλεκτὸν
τοῦ Ἁγίου Πνεύματος,
ὅλῃ ἐφέσει καρδίας σου
καθωμολόγησας
πρὸ στυγνῶν τυράννων
παρανόμου βήματος
τὸ ὄνομα Χριστοῦ τὸ πανάγιον
καὶ κατεστόλισας
τὴν ψυχήν σου λίθοις, Ἅγιε,
πολυτίμοις
ἀρίστης ἀθλήσεως.

Διόγενες, μνήμην σου σεπτὴν
καὶ ἁγίαν σήμερον
περιχαρῶς ἑορτάζοντες
οἱ φιλομάρτυρες
σὲ παρακαλοῦμεν·
Μὴ ἐλλείπῃς Κτίσαντι
πρεσβεύειν Ἰησοῦ, δοῦναι ἅπασι
σὲ μεγαλύνουσιν,
ἄμφω ῥώμην καὶ ὑγίειαν,
ἀθλοφόρε,
Ἀγγέλων συνόμιλε.

Δόξα. Ἦχος πλ. α ́
Δεῦτε ψαλμῶν καὶ ὕμων τοῖς ἄνθεσι
καταστέψωμεν Διογένη τὸν μάρτυρα,
τὸν ὑπὲρ χρυσίον καὶ τοπάζιον λάμποντα,
ὡς διακεκοσμημένον λίθοις πολυτίμοις ἀθλήσεως ἀρίστης·
αὐτὸς γὰρ λίθων βολὰς δεξάμενος ὡς ἄσαρκος
μαρτυρίου τὸν δρόμον καλῶς ἐτέλεσε
καὶ ἄνω πόλεως κληρονόμος γέγονε·
καὶ νῦν τῷ ἀληθινῷ Θεῷ παριστάμενος
καὶ μαρτυρικὴν ἔχων πρὸς Αὐτὸν παῤῥησίαν
ἀδιαλείπτως πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου
καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

ΣΧΟΛΙΑ

0 Σχόλια