Η ΔΙΑΔΡΟΜΗ ΔΙΑΒΑΣΤΕ ΕΔΩ ►

Άγιος Ιγνάτιος ο Θεοφόρος και Ιερομάρτυρας

Λέουσιν, Ἰγνάτιε, δεῖπνον προὐτέθης,
Κοινωνὲ δείπνου μυστικοῦ, θάρσους λέον.
Εἰκάδι Ἰγνάτιος θάνε γαμφηλῇσι λεόντων.
Ο χρόνος γέννησης και η εθνικότητα του Άγιου Ιγνατίου είναι ασαφή. Στο θρόνο της Αντιόχειας ο Ιγνάτιος ανέβηκε μεταξύ 68-70 μ.Χ. Ποίμανε σαν αποστολικός διδάσκαλος και στάθηκε φρουρός των ψυχών του ποιμνίου του.

Όταν ο Τραϊανός διέταξε διωγμό κατά των Χριστιανών, θαρραλέα ο Ιγνάτιος, ενώ ο βασιλιάς περνούσε από την Αντιόχεια, παρουσιάστηκε μπροστά του και υπεράσπισε τα δίκαια της Εκκλησίας και την αλήθεια της χριστιανικής πίστης. Τότε ο Τραϊανός, διέταξε τη...

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος γ’. Θείας πίστεως.
Θείῳ ἔρωτι ἐπτερωμένος, τοῦ σὲ ψαύσαντος χερσὶν ἀχράντοις θεοφόρος ἀνεδείχθης, Ἰγνάτιε· καὶ ἐν τῇ Δύσει τελέσας τὸν δρόμον σου, πρὸς τὴν ἀνέσπερον λῆξιν ἐσκήνωσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρίσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Έτερον Ἀπολυτίκιον
Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομών, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Tῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα, προκηρύττει ἅπασι, τὸν ἐκ Παρθένου τεχθέντα· τούτου γὰρ διψῶν ἐκ πόθου κατατρυφῆσαι, ἔσπευσας, ὑπὸ θηρίων ἀναλωθῆναι· διὰ τοῦτο Θεοφόρος, προσηγορεύθης Ἰγνάτιε ἔνδοξε.

Ὁ Οἶκος
Ἀβραὰμ μὲν ποτε τὸν υἱὸν ἐθυσίαζε, τὴν σφαγὴν προτυπῶν τοῦ τὰ πάντα κατέχοντος, καὶ νῦν ἐν Σπηλαίῳ σπεύδοντος τεχθῆναι, σὺ δὲ θεόφρον, ὅλον προσήγαγες σαυτόν ὥσπερ σφάγιον, καὶ τῶν θηρίων βρῶμα γενόμενος, σῖτος καθαρὸς ὤφθης τῷ Κτίστῃ σου, ἐν ἀποθήκαις ἐπουρανίαις διαιωνίζων ἀληθῶς, καὶ τοῦ σοῦ ἔρωτος τρυφῶν· δι’ ὃν πάντα τὸν κόσμον καταλείψας παμμάκαρ, Θεοφόρος προσηγορεύθης, Ἰγνάτιε ἔνδοξε.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξ Ἑῴας ἐκλάμψας ὥσπερ ἀστήρ, καὶ ἀκτῖσι τῶν λόγων λαμπαδουχῶν, τὸν κόσμον ἐφώτισας, καὶ τὸ σκότος ἐμείωσας, καὶ ὡς ὁ Παῦλος τὸν δρόμον, γενναίως διήνυσας, ὑπομείνας κινδύνους, ἐν Ἔθνεσί τε καὶ πόλεσιν· ὅθεν καὶ ὡς σῖτος, τῶν θηρῶν τοῖς ὀδοῦσιν, ἠλέσθης γενόμενος, προσφορὰ τῷ Κυρίῳ σου, Θεοφόρε Ἰγνάτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΣΧΟΛΙΑ

0 Σχόλια